Friday, April 29, 2016

29 ΑΠΡΙΛΙΟΥ, 2016: ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ. ΑΠΟ ΤΙΣ ΣΗΜΕΙΩΣΕΙΣ ΕΥΣΤΑΘΙΟΥ ΤΟΥ ΦΘΙΟΥ.

" Ἐν ἐκείναις ταῖς ἡμέραις, συνεχέοντο Ἑλλήνων διάνοιαι καὶ πᾶν βδέλυγμα ἐποίησαν ἐνώπιον Κυρίου τῶν Δυνάμεων. Ἑαυτοὺς ἠρνήθησαν, γλώσσαν διέφθειρον καὶ ἀλλήλους ἐξηπάτησαν, ἀρσενοκοίτας καὶ κιναίδους και σαπφιζούσας ὁμοίους πολιτῶν ἐναρέτων ἔδοξεν αὐτοῖς εἶναι καὶ νόμῳ  ἰσογάμους αὐτοῖς ἐποίησαν, τὰ παρὰ φύσιν ἴσα τῶν κατά φύσιν ἀφροδίσια οἰομένους εἶναι, γυναίκας μὴ τεκνογονεῖν ἀλλ'ἀνδράσιν ἀνταγωνίζεσθαι προέτρεπον, παίδων αὐθάδειαν ἠνέχοντο καὶ παιδείας αὐτῶν οὐκ ἐκήδοντο, καὶ  πάντων μέλημα τρυφὴ καὶ μαλαθακότης ἦν καὶ τὸ φαίνεσθαι μεῖζον τοῦ εἶναι αὐτοῖς κατέστη.
Περὶ ἁμύνης οὐκ ἐμερίμνησαν καὶ τοὺς περὶ ταύτην  πόρους ὑπουργοὶ τε καὶ λοιποὶ πρὸς τοῦτο τεταγμένοι μετ'ἐμπόρων διεσπάθισαν, καὶ τὰ στρατιωτικὰ πάσῃ δυνάμει ἄρρενες ὅσοι ἠδύναντο ἔφευγον, ὡς οἰονεὶ ἐλαττώματος καὶ παρέργου ἐπουσιώδους τὴν τῆς πατρίδος προστασίαν φρονούντων εἶναι.   
Ἀναξίους ἡγέτας, θεσμίοις καὶ πατρώοις παντάπασιν άσεβεῖς ἑαυτοῖς ἐψήφισαν καὶ τοῦτο πρόοδον ἐκάλεσαν, ὥστε ἀλλήλων, λαοῦ τε καὶ ἡγετῶν, κλοπὰς καὶ παρανομίας και ἀκολασίας καὶ ἐγκλήματα καὶ σπατάλην ἀμοιβαίως ἀνέχεσθαι καὶ μηδένα τιμωρεῖσθαι. 
Αἰσώπου μῦθον περὶ τέττυγος καὶ μύρμηκος Ἕλληνες ἐπιλαθόμενοι ὡς πρόβατα εἰς λειμῶνα περιεφέροντο ἀμέριμνοι, ἄβουλοι, τύφῳ πεφυσιωμένοι, ἐπὶ ἔτη πολλὰ, ἄνευ ποιμένος ἀγραυλοῦντος καὶ κυνῶν εἰς φυλακὴν αὐτῶν ἀγρυπνούντων, ὅπερ ἔστιν συνειδήσεως τε καὶ φιλοπατρίας.
Ὡς λέων ἐν λόχμῃ ξένοι αὐτοὺς ἐπεβουλεύοντο καὶ οἱ μὲν ἐχθροὶ τὴν πατρώαν γῆν   ἐζήτουν ἐξ Ἐλλήνων ἀποσπᾶσαι, οἱ δὲ σύμμαχοι καλούμενοι, αὐτοὺς δουλῶσαι δολίως ἐβούλοντο, ὡς Ἀθηναῖοι λοιποὺς Ἕλληνας μετὰ τὰ περσικὰ. Ἄλλοι δὲ χρημάτων καὶ ἰσχύος χρώμενοι, ἔθνη μὴ εἶναι ἐκύρησσον, ἀλλ'ἱστορίας παυσάσης μηδὲν ἐξαλλάσσεσθαι ἀνθρώποις εἰ οἰκονομίας εὐημερούσης ἐν ᾗ πᾶς τὸ ἑαυτῷ συμφέρον διώκων, ἄνευ ἐλέγχου καὶ μηδὲν περὶ τοῦ πλησίον μεριμνῶν εἴη.
Δημοκρατίαν δ'αυτὴν ἐκάλουν πεπλανημένοι ὄντες. Καὶ γὰρ ἐν δημοκρατίᾳ μεῖζον ὁ πολίτης καὶ ἔλασσον ἡ οἰκονομία. Μεῖζον τὸ τῶν πολλῶν συμφέρον καὶ τῆς πόλεως συνόλης ἤ τὸ ἀτομικὸν.
Σκοπίμως δὲ συνέχεον ἐλευθερίαν ψήφου , καὶ οἰκονομίας ἀσυδοσίαν ὡς ἐν Πολυβίῳ καὶ ἀλλαχοῦ γέγραπται περὶ κύκλων ἱστορίας, ἔνθα δημοκρατίαν ἀληθή, ἀναρχία καὶ ἀσυδοσία διαδέχεται καὶ μετὰ ταῦτα βασιλεία και τυραννίς. 
Καὶ ἐγένετο ἐν ἔτει βη καταστροφὴ καὶ χρημάτων ἔνδεια ἐνέσκηψεν ἀνὰ τὴν οἰκουμένην ἀπληστίας τραπεζιτῶν ἕνεκα καὶ ἰδοὺ δέσμιον τὸ ἔθνος μετ'ὀλίγον ἐκ προδοσίας Γεωργίου Παπανδρέου καὶ τῶν περὶ αὐτῶν δολίων καὶ ἀνικάνων εἰς  δανειστὰς ἀνόμους παραδίδεται ὧν ἡ ἀπληστία ὡς χάσμα Ταρτάρου πυθμένα οὐκ έχει.
Κλαυθμὸς καὶ ὀδυρμὸς μέγας ἔγένετο καὶ φόροι βαρεῖς καὶ ἄδικοι ἐπὶ τοῦ λαοῦ ἐπέπεσαν καὶ ὁ ἀθροισθεὶς πλοῦτος ἐν ριπῇ ἀνέμου ἠφανίσθη. Καὶ γὰρ οὐ πλοῦτος ἀληθὴς ἦν ἀλλ' ἐκ δανείων.
Πολλοὶ ἐπείνασαν καὶ ἄλλοι πᾶσαν ἐλπίδα ἀπωλέσαντες βιαίως τὴν ἑαυτῶν ψυχὴν ἐξήγαγον καὶ οἱ ἄριστοι ἐξῆλθον ἐκ γῆς Ἑλλάδος, καὶ γνόφος καὶ ζόφος ἐνέσκηψεν ἀπὸ πόλεως ἔως πολίχνης καὶ ἀπὸ  οἴκου τιμίου ἔως καλύβης καλαμίνης ἐπὶ ἔτη πολλὰ καὶ μετάνοια αὐτοῖς οὐκ ἐγένετο.
Πάντες γὰρ περὶ χρημάτων εμερίμνων ἤ τῆς ἑαυτῶν ψυχῆς καὶ εἰς ἄλλους πλὴν ἑαυτῶν ἐνόχους ἐζήτουν τῆς κακοδαιμονίας.
Και οἱ Γεώργιον Παπανδρέου διαδεχθέντες χείρονες ἀνεδείχθησαν, Παπαδῆμος, Σαμαρᾶς τε καὶ Βενιζέλος καὶ χείριστος πάντων Τσίπρας καὶ οἱ περί αὐτὸν. Πάντες γὰρ περὶ ὀπαδῶν καὶ ὁμοφρονούντων ἐμερίμνησαν ἐξουσίαν διώκοντες ἤ σωτηρίαν τοῦ ἔθνους. 
Ὡς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὗ τὰ Πάθη σήμερον πενθοῦμεν ἡ Ἑλλὰς πορφύραν ψευδή, κολάφους καὶ κάλαμον καὶ ὕβρεις πολλὰς ὑπομένει καὶ ἐπὶ τοῦ σταυροῦ τῶν ἀλλοεθνῶν θάνατον ἀναμένει, τῶν μεν τὴν σάρκα αὐτῆς ἐσθιόντων, τόκους χρημάτων καὶ πᾶν ὑλικὸν ἀρπᾶσαι εἰς τὸ διηνεκὲς βουλομένων, τῶν δὲ δι'εἰσβολῆς ἀλλοθρήσκων ἐχθρικῶς πρὸς γηγενεῖς διακειμένων, τὸ πνεῦμα καὶ τὴν πίστιν ἐκζητούντων. 
Προσκυνοῦμεν Σου τὰ Πάθη Κύριε καὶ ἐν μετανοίᾳ δακρύοντες διαπρυσίως ἐλπίζομεν εἰς Ἀνάστασιν.

Εὐστάθιος ὁ Φθῖος ἔγραφεν."

6 comments:

  1. Ω! Είσθε ικανός κάτοχος του αθλήματος της γλώττας της Ελληνικής, Φθίε ημών.
    Εύχομαι Απλήν Ανάστασιν και ικανοποιητική ανάταξιν. Μία σεμνή παρακόλουθός σας.

    ReplyDelete
  2. Αγαπητέ Στάθη ,εύχομαι Καλή Ανάσταση,Καλό Πάσχα,πάντα με υγεία !!!
    Νίκος

    ReplyDelete
  3. Καλή Ανάσταση κ.Στάθη, να ' στε πάντα καλά εσείς κ όποιος αγαπάτε. Ανθρώπους σαν εσάς του χρειάζεται ο τόπος για να μας φωτίζουν και να μας οδηγούν.

    ReplyDelete
  4. Καλή ανάσταση κε Στάθη, με υγεία και αγάπη!

    ReplyDelete
  5. Καλή Ανάσταση φίλοι μου.
    Αυτής όμως προηγείται το δύσκολο καθήκον της καθαρής εσωτερικής ματιάς και το ακόμη δυσκολότερο της ειλικρινούς μεταμέλειας για όσα άδικα επράξαμε και όσα λάθη εκάμαμε.
    Αυτό είναι που θα μας βάλει στον δρόμο της Ανάστασης. Η κάθαρση μεσω της αυτογνωσίας.
    Για τους πιστούς εξ ημών αυτό δεν γίνεται παρά μόνον μέσω της κατά Χριστόν ζωής.

    ReplyDelete